Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.280 Joseph. AJ 3.285 (English) >>Joseph. AJ 3.290

3.283ἀποδίδωσι δὲ καὶ τοὺς ἀγροὺς τοῖς ἀρχῆθεν αὐτῶν δεσπόταις τοῦτον τὸν τρόπον· ἐνστάντος τοῦ ἰωβήλου, ἐλευθερίαν σημαίνει τοὔνομα, συνέρχονται τε ἀποδόμενος τὸ χωρίον καὶ πριάμενος, καὶ λογισάμενοι τοὺς καρποὺς καὶ τὰς εἰς τὸ χωρίον δαπάνας γεγενημένας τῶν μὲν καρπῶν πλεονάζειν εὑρεθέντων προσδέχεται τὸν ἀγρὸν ἀποδόμενος, 3.284τοῦ δʼ ἀναλώματος ὑπερβάλλοντος ὑπὲρ τοῦ λείποντος καταβαλὼν τὸ ἱκνούμενον ἐξέχεται τῆς κτήσεως, ἴσων δὲ συναριθμουμένων τῶν τε καρπῶν καὶ τῶν ἀναλωμάτων ἀποδίδωσι τοῖς καὶ πρότερον νεμηθεῖσι. 3.285τὸ αὐτὸ δὲ καὶ ἐπὶ ταῖς οἰκίαις νόμιμον ἰσχύειν ἠθέλησε ταῖς κατὰ κώμας πεπραμέναις· περὶ γὰρ τῶν ἐν τῇ πόλει πεπραμένων ἔγνωκεν ἑτέρως. εἰ μὲν γὰρ πρὸ τοῦ τελειωθῆναι τὸν ἐνιαυτὸν καταβάλοι τὸ ἀργύριον, ἀναγκάζει τὸν πριάμενον ἀποδοῦναι, εἰ δὲ πλῆρες γένοιτο τὸ ἔτος, βεβαιοῖ τὴν κτῆσιν τῷ πριαμένῳ. 3.286ταύτην Μωυσῆς τὴν διάταξιν τῶν νόμων, ὅθʼ ὑπὸ τὸ Σιναῖον καθιδρύκει τὴν στρατιάν, ἐξέμαθε παρὰ τοῦ θεοῦ καὶ τοῖς Ἑβραίοις γεγραμμένην παραδίδωσιν. 3.287

Ἐπειδὴ δὲ καλῶς αὐτῷ τὰ περὶ τὴν νομοθεσίαν ἔχειν ἐδόκει, πρὸς ἐξέτασιν τοῦ στρατοῦ τὸ λοιπὸν ἐτράπη τῶν πολεμικῶν ἤδη κατὰ νοῦν ἔχων ἅπτεσθαι, προστάσσει τε τοῖς φυλάρχοις πλὴν τῆς Λευίτιδος φυλῆς ἀκριβῶς τὸν ἀριθμὸν ἐκμαθεῖν τῶν στρατεύεσθαι δυναμένων· ἱεροὶ γὰρ ἦσαν οἱ Λευῖται καὶ πάντων ἀτελεῖς.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.280 Joseph. AJ 3.285 (English) >>Joseph. AJ 3.290

Powered by PhiloLogic